15.289τοιαῦτα μὲν ἐκεῖνοι τῇ προαιρέσει τῆς ἐπιβουλῆς ἐμπαρρησιασάμενοι περιστάντων αὐτοῖς τῶν βασιλικῶν ἤγοντο καὶ πᾶσαν αἰκίαν ὑπομείναντες διεφθάρησαν. μετʼ οὐ πολὺ δὲ καὶ τὸν ταῦτα μηνύσαντα κατὰ μῖσος ἁρπασάμενοί τινες οὐκ ἀπέκτειναν μόνον, ἀλλὰ καὶ μελιστὶ διελόντες προύθεσαν κυσίν.
15.290ἑωρᾶτο δὲ πολλοῖς τῶν πολιτῶν τὰ γινόμενα καὶ κατεμήνυσεν οὐδείς, ἕως Ἡρώδου πικροτέραν καὶ φιλόνεικον ποιουμένου τὴν ἔρευναν ἐκβασανισθεῖσαι γυναῖκές τινες ὡμολόγησαν ἃ πραχθέντα εἶδον. καὶ τῶν μὲν ἐνεργησάντων ἐγένετο τιμωρία πανοικὶ τὴν προπέτειαν αὐτῶν ἐπεξιόντος,
15.291ἡ δʼ ἐπιμονὴ τοῦ πάθους καὶ τὸ τῆς ὑπὲρ τῶν νόμων πίστεως ἀκατάπληκτον οὐ ῥᾴδιον ἐποίει τὸν Ἡρώδην, εἰ μὴ μετὰ πάσης ἀσφαλείας κρατοίη, καὶ διέγνω πάντοθεν περιειληφέναι τὸ πλῆθος, ὡς μὴ νεωτεριζόντων φανερὰν γενέσθαι τὴν ἀπόστασιν.
15.292
Ἐξωχυρωμένης οὖν αὐτῷ τῆς πόλεως μὲν ὑπὸ τῆς αὐλῆς, ἐν ᾗ διῃτᾶτο, τοῦ δὲ ἱεροῦ τῇ περὶ τὸ φρούριον ὀχυρότητι τὸ καλούμενον Ἀντωνίαν κατασκευασθὲν διʼ αὐτοῦ, τρίτον παντὶ τῷ λαῷ τὴν Σαμάρειαν ἐνόησεν ἐπιτείχισμα, καλέσας μὲν αὐτὴν Σεβαστήν,
15.293οἰόμενος δὲ κατὰ τῆς χώρας οὐδὲν ἔλαττον ἰσχυροποιεῖν τὸν τόπον, ἀπέχοντα μὲν Ἱεροσολύμων μιᾶς ὁδὸν ἡμέρας, εὔχρηστον δʼ ὄντα καὶ κοινὸν ἐπί τε τοῖς ἐν τῇ πόλει καὶ τῇ χώρᾳ γενησόμενον. τῷ δὲ ἔθνει παντὶ φρούριον ἐνῳκοδόμησεν τὸ πάλαι μὲν καλούμενον Στράτωνος πύργον, Καισάρειαν δʼ ὑπʼ αὐτοῦ προσαγορευθέν.